Livre de la Sagesse
9,11οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως καὶ φυλάξει με ἐν τῇ δόξῃ αὐτῆς· ( ) 9,12καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου, καὶ διακρινῶ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου. ( ) 9,13τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ., ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος., ( ) 9,14λογισμοὶ γὰρ θνητῶν δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· ( ) 9,15φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. ( )

9,16καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου· τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν.,


( )
9,17βουλὴν δέ σου τίς ἔγνω, εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων., ( ) 9,18καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς, καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι, καὶ τῇ σοφίᾳ ἐσώθησαν. ( ) 10,1Αὕτη πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξεν καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου ( ) 10,2ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων. ( ) 10,3ἀποστὰς δὲ ἀπ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ ἀδελφοκτόνοις συναπώλετο θυμοῖς. ( )



trouve dans 2 passage(s): La sagesse de salomon, La sagesse,
trouve dans 1 liturgie(s): Dimanche-23-temps ordinaire annee C,
trouve dans 2 document(s) de référence: , § La Trinité 03 comment dieu a-t-il apparu ? § 21,
Lu dans le marathon de la parole: Voir heure 122